Ἅγιε Ἱεράρχα, ὁμολογητά, διδάσκαλε τῆς ἀληθείας καὶ ἀνάργυρε ἰατρὲ Λουκᾶ, σοὶ κλίνομεν τὰ γόνατα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ προσπίπτοντες τοῖς τιμίοις καὶ ἰαματικοῖς λειψάνοις σου, σὲ παρακαλοῦμεν, ὡς τὰ τέκνα τοὺς πατέρας αὐτῶν.
Εἰσάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν, τίμιε πάτερ, καὶ προσάγαγε τὴν δέησιν ἡμῶν τῷ ἐλεήμονι καὶ φιλανθρώπῳ Θεῷ, ὡς ἐστῶς ἐνώπιον αὐτοῦ μετὰ πάντων τῶν ἁγίων. Τὴν τέχνην τῶν ἰατρῶν μετιών, τῶν ἀσθενούντων τα ἀρρωστήματα, τὴ ἀρωγὴ τῆς χάριτος, πλειστάκις ἐθεράπευσας. Μετὰ δὲ τὴν σεπτήν σου κοίμησιν, τὰ σὰ χαριτόβρυτα λείψανα, ὁ τῶν ὅλων Δεσπότης, πηγὴν ἰατρείας ἀνέδειξεν. Ποικίλας γὰρ ἱῶνται ἀσθενείας καὶ δύναμιν δωροῦνται τοῖς εὐλαβῶς ταῦτα ἀσπαζομένοις καὶ αἰτουμένοις τὴν θείαν πρεσβείαν σου.
Δι' ὃ αἰτοῦμεν σὲ καὶ θερμῶς παρακαλοῦμεν σέ, τὸν τὴν χάριν της ἰατρείας κομισάμενον· τὸν ἀσθενοῦντα καὶ δεινῶς χειμαζόμενον ἀδελφὸν ἡμῶν (....) ἐπίσκεψαι καὶ θεράπευσον ἐκ τῆς συνεχούσης αὐτὸν ἀσθενείας. Πάντιμε καὶ ἁγιώτατε πάτερ Λουκᾶ, ἐλπὶς ἀρραγὴς τῶν ἀσθενούντων καὶ κεκμηκότων, μὴ ἐπιλάθου δωρήσασθαι τῷ ἀδελφῷ ἡμῶν (....) τὴν ἴασιν καὶ πᾶσιν ἡμῖν τὰ εὐφρόσυνα.
Ἵνα καὶ ἡμεῖς σὺν σοὶ δοξάζωμεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν μίαν θεότητα τὲ καὶ βασιλείαν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

