Α,Ε,Ν

Βιογραφία
Λειτουργικά κείμενα
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς φοῖνιξ ἐξήνθισας, τὴ Ἐκκλησία Χριστοῦ, καρποὶς τοὶς τῶν λόγων σου, τῶν εὐσεβῶν τᾶς ψυχᾶς, ἐκτρέφων ἐν χάριτι ὅθεν καὶ ἐναθλήσας, Πάτερ Ἄνθιμε χαίρων, ὤφθης Ἱερομάρτυς, εὐκλεὴς τοῦ Σωτῆρος, ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἄνθιμε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς ποίμνης σου θεόφρον, στερρὸς προστάτης γενόμενος, ὑπὲρ αὐτῆς ἑτοίμως τὸ σὸν αἷμα ἐξέχεας, καὶ ἀπειλὰς τῶν δυσμενῶν μὴ πτοηθείς, ἐν οὐρανοῖς νῦν ἀγάλλῃ, τῷ θρόνῳ τῆς τρισηλίου Θεότητος παριστάμενος. Δόξα τῷ ἐνισχύσαντί σε Χριστῷ· δόξα τῇ εὐψυχίᾳ σου, δόξα τῇ μαρτυρικῇ σου Ἄνθιμε καρτερότητι.
(Ποίημα Πατριάρχου Κωνσταντινουπόλεως Ἀνθίμου Δ').
Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Φωστὴρ Νικομηδείας ἀνεδείχθης πολύφωτος, καὶ πάσης Ἐκκλησίας Πάτερ Ἄνθιμε πρόβολος· ἀθλήσας γὰρ στεῤῥῶς ὑπὲρ Χριστοῦ, πλουσίων ἠξιώθης δωρεῶν· διὰ τοῦτό σε τιμῶμεν ἀσματικῶς, Ἱερομάρτυς κράζοντες: Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.b