Όσιοι Αββάδες, εν τη μονή οσ. Σάββα Παλαιστίνης
Βιογραφία
Το έτος 614 μ.Χ. εξ Αιθιοπίας επε-τέθησαν λεηλατούντες, άλλους απεκεφάλισαν, άλλους κατέκοψαν εις τεμάχια. ...τινές διέφυγον. ῾Ο πατριάρχης ῾Ιεροσολύμων Μόδεστος ελθών εκήδευσε τους 44 νεκρούς.
Λειτουργικά κείμενα
Ἀπολυτίκιον
Ἦχος δ’. Ὃ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος ἁγιόλεκτοι ἄρνες, ἐξωρμημένοι ἐκ χωρῶν διαφόρων, τῇ Ποίμνῃ συνεδράμετε Σάββα τοῦ σοφοῦ· ὅθεν θανατούμενοι, ἀπηνείᾳ βαρβάρων, χαίροντες ἀνήλθετε, πρὸς οὐράνιον μάνδραν, καθάπερ Ὅσιοι καί Ἀθληταί, ἐκδυσωποῦντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Έτερον Ἀπολυτίκιον
Ἦχος β’.
Ἀθλοφόροι Κυρίου μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναὶ αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.